Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.8 Dem. 54.10 (English) >>Dem. 54.12

54.9καὶ τὰ μὲν ἄλλα καὶ βλασφημίαν ἔχει τινὰ καὶ ὀνομάζειν ὀκνήσαιμʼ ἂν ἐν ὑμῖν ἔνια, δὲ τῆς ὕβρεώς ἐστι τῆς τούτου σημεῖον καὶ τεκμήριον τοῦ πᾶν τὸ πρᾶγμʼ ὑπὸ τούτου γεγενῆσθαι, τοῦθʼ ὑμῖν ἐρῶ· ᾖδε γὰρ τοὺς ἀλεκτρυόνας μιμούμενος τοὺς νενικηκότας, οἱ δὲ κροτεῖν τοῖς ἀγκῶσιν αὐτὸν ἠξίουν ἀντὶ πτερύγων τὰς πλευράς. καὶ μετὰ ταῦτʼ ἐγὼ μὲν ἀπεκομίσθην ὑπὸ τῶν παρατυχόντων γυμνός, οὗτοι δʼ ᾤχοντο θοἰμάτιον λαβόντες μου. ὡς δʼ ἐπὶ τὴν θύραν ἦλθον, κραυγὴ καὶ βοὴ τῆς μητρὸς καὶ τῶν θεραπαινίδων ἦν, καὶ μόγις ποτʼ εἰς βαλανεῖον ἐνεγκόντες με καὶ περιπλύναντες ἔδειξαν τοῖς ἰατροῖς. ὡς οὖν ταῦτʼ ἀληθῆ λέγω, τούτων ὑμῖν τοὺς μάρτυρας παρέξομαι.Μάρτυρες

54.10συνέβη τοίνυν, ἄνδρες δικασταί, καὶ Εὐξίθεον τουτονὶ τὸν Χολλῄδην, ὄνθʼ ἡμῖν συγγενῆ, καὶ Μειδίαν μετὰ τούτου ἀπὸ δείπνου ποθὲν ἀπιόντας περιτυχεῖν πλησίον ὄντι μοι τῆς οἰκίας ἤδη, καὶ εἴς τε τὸ βαλανεῖον φερομένῳ παρακολουθῆσαι, καὶ ἰατρὸν ἄγουσιν παραγενέσθαι. οὕτω δʼ εἶχον ἀσθενῶς ὥστε, ἵνα μὴ μακρὰν φεροίμην οἴκαδʼ ἐκ τοῦ βαλανείου, ἐδόκει τοῖς παροῦσιν ὡς τὸν Μειδίαν ἐκείνην τὴν ἑσπέραν κομίσαι, καὶ ἐποίησαν οὕτω. λάβʼ οὖν καὶ τὰς τούτων μαρτυρίας, ἵνʼ εἰδῆθʼ ὅτι πολλοὶ συνίσασιν ὡς ὑπὸ τούτων ὑβρίσθην.Μαρτυρίαι

λαβὲ δὴ καὶ τὴν τοῦ ἰατροῦ μαρτυρίαν.Μαρτυρία



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.8 Dem. 54.10 (English) >>Dem. 54.12

Powered by PhiloLogic